ΜΗΝΥΜΑ

ΝΑ ΕΧΕΤΕ ΠΙΣΤΗ ΚΑΙ ΑΓΑΠΗ ΝΑ ΜΗΝ ΑΦΗΝΕΤΕ ΤΗΝ ΑΜΑΡΤΙΑ ΝΑ ΣΑΣ ...ΚΑΠΑΚΩΝΕΙ..ΕΞΟΜΟΛΟΓΗΣΗ ΓΙΑ ΝΑ ΑΔΕΙΑΖΕΤΕ ΤΑ.....ΒΑΡΗ ΤΩΝ ΠΡΑΞΕΩΝ ΣΑΣ!ΚΑΙΘΕΙΑ ΚΟΙΝΩΝΙΑ ΝΑ ΒΑΛΟΥΜΕ ΤΗΝ ΑΓΑΠΗ ΜΕΣΑ ΜΑΣ!ΚΑΙ ΑΓΑΠΗΣΤΕ!!!!....
JellyMuffin.com

Σάββατο, 16 Ιουνίου 2012

ΙΕΡΑ ΠΡΟΣΕΥΧΗ ΤΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΥΠΡΙΑΝΟΥ ΔΙΑΛΥΟΥΣΑ ΤΑ ΜΑΓΙΑ


               Δεσποτα Κυριε Ιησου Χριστε ο Θεος ημων,ο κρατων και κυβερνων τα παντα,Αγιος και δεδοξασμενος υπαρχεις.
    Διο,Βασιλευ των βασιλευοντων και Κυριε των κυριευοντων δοξα σοι,Ο καθημενος εν τω φωτι
 τω απειρω και απροσιτω βροτοις,οπερ ειδον δυναμεις χιλιαδες και μυριαδες αγιων Αγγελων
   και Αρχαγγελων.Συ γινωσκεις τα κρυφια του ταπεινου δουλου σου Κυπριανου.Οτι ουκ εγινωσκον
προτερον τα σα θαυμασια Κυριε παντοδυναμε.Συ ει μονος Κυριος Ιησους Χριστος ο Θεος ημων.
  Ο ευδοκησας εξ αναξιου γενεσθαι με αξιον και συζησαμενος τω εν σοι ποθω και αγαπη προς
ακοην των αγιων σου Αποστολων και Ιερομαρτυρων και παντων σου των Αγιων.
     Παρακαλω δε την σην φιλανθρωπιαν ινα οπου επλεονασεν η αμαρτια,υπερπερισσευη η χαρις σου
Κυριε,οτι εκρατουν τα νεφη και ουκ εβρεχον,εδενον την γην και ουκ εδιδε τους καρπους αυτης,
     Τας αμπελους και ουκ εβλαστανον,τα ποιμνια των προβατων και ουκ εποιουν γαλα,τα αιγιδια και ουκ εγεννων,τους ανδρας και ουκ εσμιγοντο μετα των γυναικων αυτων,τας μητερας και ουκ ετεκνοποιουν,τα πλοια και ουκ επλεον,τα εργαστηρια και ουκ εργαζοντο,τους αλιεις και ουκ ηλιευον,
    τους κηπους και ουκ εποιουν λαχανα,τα δενδρα και ουκ εκαρποφορουν,τους ποταμους και 
ουκ ετρεχον,τους μυλους και ουκ εγυριζον,τους αδελφους και ανδρογυνα εις αφιλιωτον εχθραν
    εφερον και τους εχωριζον,εποιουν το θερος χειμωνα και τον χειμωνα θερος,ταυτα παντα 
ειργαζομην φαντασια τελεια.Αρτι δε Κυριε ο Θεος ημων, ικευτευω σε και παρακαλω ,ινα δια 
   της εμης προσευχης ενωπιον Σου Θεε και Κυριε του ελεους,ως θυσια ευπροσδεκτος γενεσθω σοι.
  Και πας ανθρωπος εχων πνευμα πονηριας ,καθαρισθη ολως.Η αγρος,η κηπος, η κτημα,η πλοιον.
η αλιευς,η μελισσιον η εμπορος η επιστημων η αρχων η αρχομενος η τεχνιτης η μεταξοσκωληξ 
   η και ο δουλος του Θεου (ταδε) συν παντι τω οικω αυτου.Αν ειναι δεδεμενος με μαγειας 
  και πονηρα εργα η γοητειας η απο 72 γλωσσοφαγιων εστιν εμποδισμενος και μαγευμενος και
εγκλειη 365 λογια της Μαγειας,ατινα ερχονται προς βλαβην και καταναλωσιν του δουλου του Θεου
   (ταδε) συν παντι τω οικω αυτου.Παρευθυς οπου αναγνωσθη η παρουσα ικετηριος δεησις και προσευχη μου ενωπιον της Σης χαριτος του Θεου ελευθερωθει πας ο κοσμος και τοπος εκ πασης
    οργης τε και ασθενειας και εκ παντος δεσμου και μαγειας και πασης φαρμακειας και γοητειας,
 πασης βασκανιας και καταλαλιας,γλωσσοφαγιας,αμελειας η νωθροτητος ακρατειας,αφροσυνης
   αδυναμιας και απογνωσεως πασης αδικιας και πασης πλανης η απατης,η εμποδιου προερχομενων υπο του διαβολου,ομοιως και ο δουλος του Θεου(ταδε) Και εστω λελυμενος και λελυτρωμενος
    εν τω ονοματι του Πατρος και τουΥιου και του Αγιου Πνευματος.Αμην.
         Και ειτε εν τω ουρανω εισιν αι μαγειαι και τα φαρμακευματα εκεινα η εν τη γη η εν τη θαλασση
  η εν παντι τοπω και εδαφει ευθυς τη ωρα ταυτη λυθησονται και καταργηθησονται απο του δουλου 
   του Θεου(ταδε) και απο παντος του οικου αυτου και ελευθερωθησεται ο δουλος του Θεου(ταδε)
  και πας ο οικος αυτου απο πασης ωρας πονηρας και γοητειας η οφθαλμων πονηρων η φθονου η 
    καταλαλιας η γλωσσοφαγιας η μαγειας η φαρμακειας η καταρας η αναθεματος η αφορισμου
    και πασης βλασφημιας η ενεργειας του.Ευθεως αναχωρησατε απο τον δουλο του Θεου(ταδε)
      πασα η επηρεια του πονηρου επι τη επικλησει του Παναγιου σου ονοματος του Πατρος
  και του Υιου και του Αγιου Πνευματος και δια της προσευχης εμου του ταπεινου και ευλαβους
   δουλου σου Κυπριανου φευξονται οι δαιμονες,δραπετευθησονται και καταργηθησονται 
     οι πονηριαι αυτων,και τα νεφη δωσωσιν υετον επι πασαν την γην,και η γη δωσει τα γενηματα αυτης,
        εις τον καιρον αυτων,και τα δενδρα καρποφορησωσι,και οι αμπελωνες ευφορησωσι πληθος
  βοτρυωνκαι αι γυναικες λυθησονται απο των μητρων αυτων.Ομοιως  και τα κτηνη των ποιμενων
    και πας  ο κοσμος αρχων,η αρχομενος,η κηπος, η μελισσουργος η μεταξουργος και πασα η κτησις
    λυθησεται απο παντος δεσμου και δαιμονος.Ομοιως και ο δουλος του Θεου (ταδε)συν παντι
τω οικω αυτου και τις πραγμασιν αυτου,και εστω ελευθερος και λελυτρωμενος απο πασης ασθενειας
     και ωρας κακης και παντος δαιμονος και αντικειμενης δυναμεως δεομεθα σου, ινα λυθωσι και αφανισθωσι τα πονηρα εργα δια της επικλησεως του παναγιου Πνευματος του Θεου Σαβαωθ.
           Και η εν τω ουρανω εστι δεδεμενος και εμποδισμενος ο δουλος του Θεου(ταδε) λυθητω,
  η εν τη γη,η εν ανωφλιω λυθητω,η εν ανωφλιω λυθητω,η εν κατωφλιω,η εν δερματι αλογου,η εν σιδηρω,η εν λιθω η εν ξυλω εκαρφωσαν τα πονηρα εργα λυθητωσαν και ωσει καπνος εκλιπετωσαν
      η εν γραμματιω δια μελανης,η αιματος ανθρωπου,ζωου,πτηνου,ιχθυος,η δια μολυβδου,η δια κινναβαρεως,η δια ζωμου λεμονιου,η δια αλλου τινος εγραψαν αυτα και εθηκαν εν τινι τοπω 
   και διεσκελισεν αυτα ο δουλος του Θεου(ταδε) προς βλαβην αυτου τη ωρα ταυτη λυθητωσαν 
  και καταργηθητωσαν και εκριζωθητωσαν τα της μαγειας εργα απο τους τοπους και κατοικιας
 εκει οπου αναγινωσκεται η δεησις μου και προσευχη αυτη,η εν αυλαις του οικου αυτου κατεχωσαν,
     η διεσπειραν αυτα, η μεταλλου τινος εποιησαν τα κομβοδεματα εκεινα,λυθητωσαν,η εις κοκκαλα διεπερασαν αυτα,η εν τη θαλασση,η εν φρεατι,η εν μνηματι ερριφθησαν λυθητωσαν,η με ονυχας ανθρωπων ,ζωων,η πτηνων ζωντων η τεθνεωντων ,η με χωμα τεθνεωντων εποιησαν ρα φαρμακα εκεινα λυθητωσαν,η υπο πλακος επλακωθησαν η απο πασσαλους,η καρφιου εκαρφωθησαν,η δια
      βελονης επερασαν αυτα,λυθητωσαν την ωραν ταυτην,η δια αργυρου,η χρυσου,η δια αλλου ττινος
μεταλου εποιησαν τα πονηρα εργα,λυθητωσαν την ωρα ταυτην,η δια μαλλιου,η βαμβακιου,η μεταξης,
    η λιναρεως,η καναβεως,η δια αλλου τινος χορτου εδεσαν ταυτα,λυθητωσαν την ωραν ταυτην,
 η εις κραββατον κατεχωσαν αυτα,λυθητωσαν την ωραν ταυτην,η δια βροχου,βουρλου η αλλου τινος 
    εδεσαν,λυθητωσαν την ωραν ταυτην,η εν υδατι εποιησαν αυτα η κουφω ξυλου η κοχλαζοντι 
υδατι αν εβρασαν αυτα,λυθητωσαν την ωραν ταυτην,η εν αιματι ανθρωπυ,ζωου,η πτηνου,η ιχθυος ζωντων η τεθνεωντων επιησαν αυτα ως συ,Κυριε ο Θεος ημων γινωσκεις τους τοπους και τροπους και ανθρωπους ,λυθητωσαν την ωραν ταυτην και διαρηχθητωσαν τα της μαγειας εργα,ενθα κεινται,
     και τον μεν δουλον σου(ταδε)διαφυλαξον συν παντι τω οικω αυτου,τα δε πονηρα εργα,λυθητωσαν και απωλεσθητωσαν και ωσει καπνος εκλιπετωσαν απο τον δουλον του Θεου(ταδε)εν ονοματι
  του Πατρος και του Υου και του Αγιου Πνευματος και δια της δοξης του Μεγαλου Θεου του ζωντος
     συντριβητωσαν τη δυναμει του Τιμιου και Ζωοποιου Σταυρου πασαι εναντιαι δυναμεις,ανα-
χωρησατωσαν τα της μαγειας εργα και απομακρυνθητωσαν απο τον δουλον του Θεου(ταδε)μιλια
   65 πρεσβειαις των μαρτυρων και παντων των Αγιων σου .Αμην.
                          Δεομεθα σου και παρακαλουμεν σε Κυριε Ιησου Χριστε ο Θεος ημων,ινα ελευθερωσης και ζωωσης πασαν ψυχην πεπεδημενηνν και τον δουλον(ταδε)συν παντι το οικον αυτου,ομοιως και τους γραφοντας και εχοντας εν τω οικω αυτων την προσευχην μου αυτην,
      και τους βασταζοντας αυτην ως φυλακτηριον αιωνιον,και η δεξια σου Κυριε,ειη αυτοις σκεπη 
και βοηθεια  και εστω δια παντος εν τω οικω αυτων ΧΑΡΑ ΚΑΙ ΑΓΑΛΛΙΑΣΙΣ.
     Ναι Κυριε,δεομενου σου επακουσον μου,ινα οπου ευρισκεται η ευκτηριος και ικετηρια αυτη ευχη μου λυθη και ελευθερωθη πας ανθρωπος και ο οικος αυτου απο κακης ωρας,απο πασης ασθενειας,
      παντος αφορισμου τε και αναθεματος,απο πασης καταρας,απο πασης οργης,εμποδιου,
    δυσπραγιας,καταλαλιας,γλωσσοφαγιας,φθονου,βασκανιας,αμελειας,νωθροτητος,λαιμαργιας,
αδυναμιας,βλακειας,ακρατειας,αφροσυνης,υπερηφανειας,ασπλαχνιας,αδικιας,αλαζονειας και πασης
      πλανης η απατης δια το ονομα Σου το Αγιον και δεδοξσμενον εις τους αιωνας,Αμην.
                                                Απολυτικιον.Ηχος δ`.
                             Και τροπων μετοχος,και θρονων διαδοχος,των Αποστολων 
                     γενομενος,την πραξιν ευρες θεοπνευστε εις θεωριαν επιβασιν΄
                     δια τουτο τον λογον της αληθειας ορθοτομων,την πιστειενηθλησας
                      μεχρις αιματος,ιερομαρτυς Κυπριανε,πρεσβευε Χριστω τω Θεω
                        σωθηναι τας ψυχας ημων.
                                                Κοντακιον.Ηχος α`.Χορος αγγελικος.
                             Εκ τεχνης μαγικης,επιστρεψας θεοφρων,προς γνωσιν θεικην,
                    ανεδειχθης τω κοσμω,ακεστωρ σοφωτατος,τας ιασεις δωρουμενος,
                           τοις τιμωσι σε, Κυπριανε συν Ιουστινη`μεθ`ης πρεσβευε τω
                       φιλανθρωπω Δεσποτη,σωθηναι τους δουλους σου.
            
                                        ΕΝΗΜΕΡΩΣΗ.
       Η ΠΡΟΣΕΥΧΗ ΑΥΤΗ ΔΙΑΒΑΖΕΤΑΙ ΚΑΙ ΑΠΟ ΤΟΝ ΠΑΣΧΟΝΤΑ ΑΝ ΔΕΝ ΥΠΑΡΧΕΙ 
   ΙΕΡΕΥΣ,Ο ΠΑΣΧΩ ΠΟΥ ΘΑ ΔΙΑΒΑΣΕΙ ΤΗ ΕΥΧΗ ΠΡΕΠΕΙ ΝΑ ΕΙΝΑΙ ΚΑΘΑΡΟΣ ΑΠΟ ΟΛΑ ΝΑ ΝΗΣΤΕΥΕΙ ΝΑ ΚΟΙΝΩΝΕΙ ΤΩΝ ΑΧΡΑΝΤΩΝ ΜΥΣΤΗΡΙΩΝ ΜΕ ΓΝΗΣΙΑ ΜΕΤΑΝΟΙΑ ΤΑΠΕΙΝΩΣΗΚΑΘΑΡΗ ΨΥΧΗ ΚΑΙ ΣΩΜΑ Κ ΙΕΡΑ ΕΞΟΜΟΛΟΓΗΣΗ.       





Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

LinkWithin

Related Posts Plugin for WordPress, Blogger...